Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 26.14 | Dem. 26.18 (English) | >>Dem. 26.22 |
26.17τίνα γὰρ παραγαγὼν εἰς τὸ δικαστήριον , ὧν ᾐτιᾶτο , τούτων καὶ ᾕρηκεν καὶ εἷλεν ; ἢ ποῖον πόρον ὑμῖν πεπόρικεν ; ἢ τί ψήφισμα γέγραφεν ᾧ πεισθέντες ὑμεῖς οὐ πάλιν μετανοῆσαι προείλεσθε ; καὶ γὰρ ταῦτα · οὕτω σκαιός ἐστι καὶ βάρβαρος τὸν τρόπον ὥστε , ὅταν ὑμᾶς ἴδῃ πρός τινας ὀργισθέντας τι καὶ μᾶλλον τοῦ δέοντος παροξυνθέντας , τηνικαῦτα παρὰ τὴν ὀργὴν ὑμῶν τὰ βουλήματα λαβὼν τοῖς καιροῖς ἐναντιοῦται .
26.18δεῖ δὲ τὸν πολιτευόμενον ὑπὲρ ὑμῶν οὐχὶ τοῖς ἐξαίφνης μετʼ ὀργῆς πάθεσιν ὑμῖν συμπίπτουσιν ἐπακολουθεῖν , ἀλλὰ τοῖς λογισμοῖς καὶ τοῖς πράγμασι καὶ τοῖς ὑπάρχουσι καιροῖς · τὰ μὲν γὰρ ταχὺ μεταπίπτειν εἴθισται , τὰ δὲ διαμένειν καὶ πλείω χρόνον ὑπάρχειν · ὧν οὗτος οὐδὲν ἐνθυμούμενος ἐλέγχει τἀπόρρητα τῆς πολιτείας , ὥστε ταὔτʼ ἀναγκάζεσθαι καὶ κύρια καὶ πάλιν ἄκυρα ποιεῖν .
ἀλλʼ ἴσως ὅτι πρὸς ἅπαντας ἀεὶ προαιρεῖται λοιδορεῖσθαι καὶ διαβοᾶσθαι καὶ μέμφεσθαι τὰ λεγόμενα , διὰ ταῦτα περιποιῆσαι νῦν αὐτὸν ἁρμόττει . ἀλλὰ ταῦτά γε νὴ τὴν Ἀθηνᾶν ὄνειδός ἐστιν , ἄνδρες δικασταί , τῇ πόλει γιγνόμενʼ ἐπὶ τοῦ βήματος , καὶ διὰ τὰς τούτων ἀπονοίας ἐπονείδιστον ἤδη τὸ πολιτεύεσθαι παρὰ τοῖς ἐπιεικέσιν ὑμῶν ἐστιν . εἰ δʼ οὖν τινι τοῦθʼ ὑμῶν ἐν ἡδονῇ συμβέβηκεν , οὐκ ἀπορήσετε τῶν τοιαῦτα ποιησόντων , ἐπεὶ καὶ νῦν μεστὸν τὸ βῆμʼ ἐστίν . οὐ γὰρ ἐπιτιμᾶν τοῖς συμβεβουλευμένοις χαλεπόν , ἀλλὰ συμβουλεῦσαι καὶ πεῖσαί τι τῶν δεόντων ὑμᾶς ψηφίσασθαι .
26.19
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 26.14 | Dem. 26.18 (English) | >>Dem. 26.22 |